Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.15 Joseph. AJ 11.19 (English) >>Joseph. AJ 11.24

11.17ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίας τε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως Περσῶν βασιλεία διαμείνῃ. τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι 11.18βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς.” καὶ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου· τῶν δʼ ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο. 11.19

Βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρός τε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν. 11.20οἱ δὲ καὶ χρήμασιν διαφθαρέντες ὑπʼ αὐτῶν ἀπημπόλησαν τοῖς Χουθαίοις τὸ περὶ τοὺς Ἰουδαίους ἀμελὲς καὶ ῥᾴθυμον τῆς οἰκοδομῆς· Κύρῳ γὰρ περί τε ἄλλους ἀσχοληθέντι πολέμους ἄγνοια τούτων ἦν καὶ στρατευσαμένῳ γε ἐπὶ Μασσαγέτας εὐθὺς συνέβη τελευτῆσαι τὸν βίον. 11.21Καμβύσου δὲ τοῦ Κύρου παιδὸς τὴν βασιλείαν παραλαβόντος οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ καὶ Ἀμμανίτιδι καὶ Μωαβίτιδι καὶ Σαμαρείᾳ γράφουσιν ἐπιστολὴν Καμβύσῃ δηλοῦσαν τάδε·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.15 Joseph. AJ 11.19 (English) >>Joseph. AJ 11.24

Powered by PhiloLogic